Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.7 Joseph. AJ 4.12 (English) >>Joseph. AJ 4.16

4.10καὶ τοῦ πλήθους ἐπιτρέψαντος ἑαυτὸ πάλιν ἐκείνῳ, συνῆκε γὰρ δίχα τῆς αὐτοῦ προνοίας οὐ δυνησόμενον ἐρρῶσθαι τοῖς πράγμασιν, ἀναστήσας τὸ στράτευμα προῆλθεν εἰς τὴν ἔρημον, ἐνταῦθα νομίζων ἡσυχάσειν αὐτοὺς καὶ μὴ πρότερον τοῖς Χαναναίοις εἰς χεῖρας ἥξειν πρὶν παρὰ τοῦ θεοῦ τὸν εἰς τοῦτο καιρὸν λάβωσιν. 4.11

Ὅπερ δὲ τοῖς μεγάλοις συμβαίνει στρατοπέδοις καὶ μάλιστα παρὰ τὰς κακοπραγίας δυσάρκτοις εἶναι καὶ δυσπειθέσι, τοῦτο καὶ τοῖς Ἰουδαίοις συνέπεσεν· ἑξήκοντα γὰρ ὄντες μυριάδες καὶ διὰ τὸ πλῆθος ἴσως ἂν μηδʼ ἐν ἀγαθοῖς ὑποταγέντες τοῖς κρείττοσι, τότε μᾶλλον ὑπὸ τῆς ἀπορίας καὶ συμφορᾶς ἐξηγανάκτουν καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὸν ἡγεμόνα. 4.12στάσις οὖν αὐτοὺς οἵαν ἴσμεν οὔτε παρʼ Ἕλλησιν οὔτε παρὰ βαρβάροις γενομένην κατέλαβεν, ὑφʼ ἧς ἅπαντας ἀπολέσθαι κινδυνεύσαντας ἔσωσε Μωυσῆς οὐ μνησικακῶν, ὅτι παρʼ ὀλίγον ἦλθε καταλευσθεὶς ὑπʼ αὐτῶν ἀποθανεῖν. 4.13οὐδʼ θεὸς δὲ ἠμέλησε τοῦ μηδὲν αὐτοὺς παθεῖν τῶν δεινῶν, ἀλλὰ καίπερ εἰς τὸν νομοθέτην αὐτῶν ἐξυβρισάντων καὶ τὰς ἐντολάς, ἃς αὐτὸς διὰ Μωυσέος αὐτοῖς ἐπέστειλεν, ἐρρύσατο τῶν ἐκ τοῦ στασιάζειν αὐτοῖς ἂν γενομένων δεινῶν, εἰ μὴ προενόησε. τήν τε οὖν στάσιν καὶ ὅσα μετʼ αὐτὴν Μωυσῆς ἐπολιτεύσατο διηγήσομαι προδιελθὼν τὴν αἰτίαν ἀφʼ ἧς ἐγένετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.7 Joseph. AJ 4.12 (English) >>Joseph. AJ 4.16

Powered by PhiloLogic